Πέμπτη 30 Μαρτίου 2017

Ο Ακάθιστος Ύμνος


γγελος πρωτοστάτης,
οὐρανόθεν ἐπέμφθη,
εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε·
καὶ συν τῇ ἀσωμάτῳ φωνῇ,
σωματούμενόν σε θεωρῶν, Κύριε,
ἐξίστατο καὶ ἵστατο,
κραυγάζων πρός Αὐτήν τοιαῦτα·
Χαῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς,
χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τὸν ἥλιον,
χαῖρε, γαστήρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία,
ἑαυτήν ἐν ἁγνείᾳ,
φησὶ τῷ Γαβριήλ θαρσαλέως·
τὸ παράδοξόν σου τῆς φωνῆς,
δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται·
ἀσπόρου γάρ συλλήψεως,
τήν κύησιν πώς λέγεις κράζων·
Ἀλληλούια.

Γνῶσιν ἄγνωστον γνῶναι,
ἡ Παρθένος ζητοῦσα,
ἐβόησε πρὸς τὸν λειτουργοῦντα·
ἐκ λαγόνων ἁγνῶν,
υἷον πῶς ἔσται τεχθῆναι δυνατόν;
λέξον μοι.
Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ,
πλὴν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,
χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι' ἧς κατέβη ὁ Θεός,
χαῖρε, γέφυρα μετάγουσα ἀπὸ γῆς πρὸς οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα,
χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν,
Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη Ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου,
ἐπεσκίασε τότε,
πρός σύλληψιν τῇ Ἀπειρογάμω·
καὶ τήν εὔκαρπον ταύτης νηδύν,
ὡς ἀγρόν ὑπέδειξεν ἡδύν ἅπασι,
τοῖς θέλουσι θερίζειν σωτηρίαν,
ἐν τῷ ψάλλειν οὕτως·
Ἀλληλούια.

χουσα θεοδόχον,
ἡ Παρθένος τὴν μήτραν,
ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ.
Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν,
τὸν ταύτης ἀσπασμὸν ἔχαιρε,
καὶ ἅλμασιν ὡς ἄσμασιν,
ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε, βλαστοῦ ἀμάραντου κλῆμα,
χαῖρε, καρποῦ ἀκήρατου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
χαῖρε, φυτουργόν τῆς ζωῆς ἠμῶν φύουσα,
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,
χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα,
χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρός θνητοὺς εὐδοκία,
χαῖρε, θνητῶν πρός Θεόν παρρησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων,
λογισμῶν ἀμφιβόλων,
ὁ σώφρων Ἰωσὴφ ἐταράχθη·
πρός τήν ἄγαμόν σὲ θεωρῶν,
καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε·
μαθὼν δέ σου τήν σύλληψιν,
ἐκ Πνεύματος Ἁγίου,
ἔφη·
Ἀλληλούια.

κουσαν oἱ ποιμένες,
τῶν Ἀγγέλων ὑμνούντων,
τήν ἔνσαρκον Χριστοῦ παρουσίαν·
καὶ δραμόντες ὡς πρός ποιμένα,
θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον,
ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα,
ἥν ὑμνοῦντες εἶπον·
Χαῖρε, Ἀμνοῦ καὶ Ποιμένος Μῆτερ,
χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,
χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα,
χαῖρε, λαμπρόν τῆς Χάριτος γνώρισμα.
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης,
χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα,
θεωρήσαντες Μάγοι,
τῇ τούτου ἠκολούθησαν αἴγλῃ·
καὶ ὡς λύχνον κρατοῦντες αὐτόν,
δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα,
καὶ φθάσαντες τόν ἄφθαστον,
ἐχάρησαν αὐτῷ βοῶντες·
Ἀλληλούια.

δον παῖδες Χαλδαίων,
ἐν χερσὶ τῆς Παρθένου,
τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους·
καὶ Δεσπότην νοοῦντες αὐτόν,
εἰ καὶ δούλου μορφήν ἔλαβεν,
ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι,
καὶ βοῆσαι τῇ Εὐλογημένῃ·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,
χαῖρε, τῆς Τριάδος τούς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,
χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,
χαῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χαῖρε πυρός προσκύνησιν παύσασα,
χαῖρε, φλογός παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι,
γεγονότες οἱ Μάγοι,
ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα,
ἐκτελέσαντές σου τὸν χρησμόν,
καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν,
ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη,
μὴ εἰδότα ψάλλειν·
Ἀλληλούια.

Λάμψας ἐν τῇ Αἰγύπτῳ,
φωτισμὸν ἀληθείας ἐδίωξας,
τοῦ ψεύδους τὸ σκότος·
τὰ γάρ εἴδωλα ταύτης Σωτήρ,
μὴ ἐνέγκαντά σου τήν ἰσχύν πέπτωκεν,
οἱ τούτων δὲ ρυσθέντες,
ἐβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων,
χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τής ἀπάτης την πλάνην πατήσασα,
χαῖρε, τῶν εἰδώλων τήν δόξαν ἐλεγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,
χαῖρε, πέτρα ἡ ποτίσασα τούς διψῶντας τήν ζωήν.
Χαῖρε, πύρινε στῦλε ὁδηγῶν τούς ἐν σκότει,
χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάνα διάδοχε,
χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας,
χαῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος,
τοῦ παρόντος αἰῶνος,
μεθίστασθαι τοῦ ἀπατεῶνος,
ἐπεδόθης ὡς βρέφος αὐτῷ,
ἀλλ' ἐγνώσθης τούτω καὶ Θεός τέλειος·
διόπερ ἐξεπλάγη σου τήν ἄρρητον σοφίαν,
κράζων·
Ἀλληλούια.

Νέαν ἔδειξε κτίσιν,
ἐμφανίσας ὁ Κτίστης,
ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις·
ἐξ ἀσπόρου βλαστήσας γαστρός,
καὶ φυλάξας ταύτην,
ὥσπερ ἦν ἄφθορον,
ἵνα τὸ θαῦμα βλέποντες,
ὑμνήσωμεν αὐτήν βοῶντες·
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας,
χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χαῖρε, τῶν Ἀγγέλων τόν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χαῖρε, ἀπογεννῶσα λυτρωτήν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας,
χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες,
ξενωθῶμεν τοῦ κόσμου, τόν νοῦν εἰς οὐρανόν μεταθέντες·
διὰ τοῦτο γάρ ὁ ὑψηλός Θεός,
ἐπὶ γῆς ἐφάνη ταπεινός ἄνθρωπος·
βουλόμενος ἑλκύσαι πρός τὸ ὕψος,
τούς αὐτῷ βοώντας·
Ἀλληλούια.

λως ἦν ἐν τοῖς κάτω,
καὶ τῶν ἄνω οὐδόλως ἀπῆν,
ὁ ἀπερίγραπτος Λόγος·
συγκατάβασις γὰρ θεϊκή,
οὐ μετάβασις τοπικὴ γέγονε,
καὶ τόκος ἐκ Παρθένου θεολήπτου,
ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,
χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ,
χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,
χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι' ἧς ἐλύθη παράβασις,
χαῖρε, δι' ἧς ἠνοίχθη παράδεισος.
Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ βασιλείας,
χαῖρε, ἐλπίς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων,
κατεπλάγη τὸ μέγα,
τῆς σῆς ἐνανθρωπήσεως ἔργον·
τόν ἀπρόσιτον γάρ ὡς Θεόν,
ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον,
ἡμῖν μέν συνδιάγοντα,
ἀκούοντα δὲ παρὰ πάντων οὕτως·
Ἀλληλούια.

Ρήτορας πολυφθόγγους,
ὡς ἰχθύας ἀφώνους,
ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε·
ἀποροῦσι γάρ λέγειν,
τὸ πῶς καὶ Παρθένος μένεις,
καὶ τεκεῖν ἴσχυσας·
ἡμεῖς δὲ τὸ μυστήριο ν θαυμάζοντες,
πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτὶ ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί,
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,
χαῖρε, τῶν ἁλιέων τάς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,
χαῖρε, πολλούς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι,
χαῖρε, λιμήν τῶν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τόν κόσμον,
ὁ τῶν ὅλων κοσμήτωρ,
πρός τοῦτον αὐτεπάγγελτος ἦλθε·
καὶ ποιμήν ὑπάρχων ὡς Θεός,
δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος·
ὁμοίῳ γάρ τὸ ὅμοιον καλέσας,
ὡς Θεός ἀκούει·
Ἀλληλούια.

Τεῖχος εἶ τῶν παρθένων,
Θεοτόκε Παρθένε,
καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων.
Ὁ γάρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς,
κατεσκεύασέ σε ποιητής, Ἄχραντε,
οἰκήσας ἐν τῇ μήτρα σου,
καὶ πάντας σοι προσφωνεῖν διδάξας·
Χαῖρε, ἡ στήλη τῆς παρθενίας,
χαῖρε, ἡ πύλη τῆς σωτήριας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως,
χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γάρ ἀνεγέννησας τούς συλληφθέντας αἰσχρῶς,
χαῖρε, σὺ γάρ ἐνουθέτησας τούς συληθέντας τόν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα,
χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως,
χαῖρε, πιστούς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων,
χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

μνος ἅπας ἡττᾶται,
συνεκτείνεσθαι σπεύδων,
τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου·
ἰσαρίθμους γάρ τῇ ψάμμῳ ὠδάς,
ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε,
οὐδέν τελοῦμεν ἄξιον,
ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν·
Ἀλληλούια.

Φωτοδόχον λαμπάδα,
τοῖς ἐν σκότει φανεῖσαν,
ὁρῶμεν τήν ἁγίαν Παρθένον·
τὸ γάρ ἄυλον ἅπτουσα φῶς,
ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας,
αὐγῇ τόν νοῦν φωτίζουσα,
κραυγῇ δὲ τιμωμένη ταῦτα·
Χαῖρε, ἀκτίς νοητοῦ ἡλίου,
χαῖρε, βολίς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τάς ψυχάς καταλάμπουσα,
χαῖρε, ὡς βροντὴ τούς ἐχθρούς καταπλήττουσα.
Χαῖρε, ὅτι τόν πολύφωτον ἀνατέλλεις φωτισμόν,
Χαῖρε, ὅτι τόν πολύρρυτον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,
χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ρύπον.
Χαῖρε, λουτήρ ἔκπλυνων συνείδησιν,
χαῖρε, κρατήρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας,
χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας,
ὀφλημάτων ἀρχαίων,
ὁ πάντων χρεωλύτης ἀνθρώπων,
ἐπεδήμησε δι’ἑαυτοῦ,
πρός τούς ἀποδήμους τῆς αὐτοῦ Χάριτος·
καὶ σχίσας τὸ χειρόγραφον,
ἀκούει παρὰ πάντων οὕτως·
Ἀλληλούια.

Ψάλλοντές σου τὸν τόκον,
ἀνυμνοῦμέν σε πάντες,
ὡς ἔμψυχον ναόν, Θεοτόκε.
Ἐν τῇ σῇ γάρ οὶκήσας γαστρί,
ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος,
ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας·
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου,
χαῖρε, Ἁγία ἁγίων μείζων.
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι,
χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν,
χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος,
χαῖρε, τῆς Βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι' ἧς ἐγείρονται τρόπαια,
χαῖρε, δι' ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτός τοῦ ἐμοῦ θεραπεία,
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

 πανύμνητε Μῆτερ,
ἡ τεκοῦσα τών πάντων ἁγίων,
ἁγιώτατον Λόγον·
δεξαμένη γάρ τήν νῦν προσφοράν,
ἀπὸ πάσης ρῦσαι συμφορᾶς ἅπαντας,
καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως,
τούς σοὶ βοῶντας·
Ἀλληλούια.

Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου